Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

95 βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι (I 209 K)· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ᾽ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων· ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν, ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα, ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi