Kitap 6
11
εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν· παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα (II 146 K)· τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται· αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται. ἐπὶ τίνα δ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν, ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.