Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

100 καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν (A 586. 61)· ‘τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων· ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην (Phaedr. p. 238), ἀλλ’ ἤδη καὶ ἔπη· ‘λιμῶδες’ γὰρ ὄντως ‘ἡ ῥαψῳδία’. κατὰ γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη (I 675 K) περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε, κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους, φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι (II 432 K)· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα (I 709 K) εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου τετλάναι.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi