Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

1 Ἐπιτελουμένου δὲ ἤδη τοῦ δείπνου τῶν Φαγησίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη ‘ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανέ, (λόγοις γὰρ ἑστιᾷ) προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.’ καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας· ‘οὐ συμπεριφέρομαι, ὦ σοφώτατε· ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.’ καὶ ὃς ‘εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.’ ὁμολογήσαντος δ’ ἔφη· ‘Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων (κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ) οὑτωσί πως εἴρηκε (FHG II 321)· ‘φαγήσια, οἳ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν· ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων· ἐν ᾗ παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.’ ταῦτ’ εἶπεν ὁ Κλέαρχος. εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων· καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφ᾽ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.’
1 / 89 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi