Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

20 Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων (p. 184 Ziegl)· καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα. Διονύσιος δ’ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως· ‘ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον· ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δ’ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· Il. 16.407 ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν, εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς.’ Καλλίμαχος δ’ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν (fr. 37 Sch)· ἢ μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν (fr. 72 Sch)· ἱερὸς δέ τοι, ἱερὸς ὕκης. ἄλλοι δ’ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς ἱερὸν μένος Ἀλκινόοιο Od. 8.385 , τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.’
21 Κλείταρχος δ’ ἐν ἑβδόμῃ Γλωσσῶν ‘οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα.’ καὶ Ἐρατοσθένης δ’ ἐν Ἑρμῇ φησιν (fr. 14 H)· ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν. ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών (fr. 48 R)· Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν — τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi