Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

23 Κλέαρχος δ’ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί· διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν ἅμα δ’ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται ἴδε πῦρ ἀφύη. Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν τὴν ἀφύην, φησί, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν, ἀχρειοτέρους ὄντας ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσὶν ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε. ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις· νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς. Καλλίας Κύκλωψιν πρὸς τῆς ἀφύης τῆς ἡδίστης. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι· ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς. ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς· μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ’ ἀφύδια.
24 Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί· ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρ’ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα, καλούμενον. ὃν ὁ τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι. Ἀρχέστρατον λέγει τὸν τένθην ὁ Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως· ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν, ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.
25 ἄχαρνος. Καλλίας Κύκλωψιν κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί, ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi