Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

32 ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον, ἀλλ’ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ... ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην· ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἳ μὲν ἥρπασάν τι γάρ, οἳ δ’ οὐδέν, οἳ δὲ πάντα. καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. εἰ δ’ ἔλαβον ἄρτι σκάρον ἢ ᾽κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ᾽ξ Ἄργους κάπρον ἢ ᾽κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi