Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

38 ὁ δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικός τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν (II 540 K)· ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον (τὸ γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποιεῖ) μήτ’ ὀξύ· κατακάει γὰρ ὅσ’ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται. μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi