Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

39 ὁ δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως (II 553 K)· οὐ μὴ παραλάβω σ’ οὐθαμοῦ, Δράκων, ἐγὼ ἐπ’ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην. οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω τίς ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον· οὐθὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν· ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει᾽ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ· πορεύομαι. ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα· ‘ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;’ ἐῶ βοᾶν· πληγὰς γὰρ ἔτι προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ἀμίδα μοι ἔνεγκε πρῶτον’ φησίν. ‘ὄξος ἡ φακῆ οὐκ εἶχε.’ πάλιν ᾔτησας· ‘οἰμώξει μακρὰ πρῶτος μαγείρων’ φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν σ’ ἄγω, πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια ἄγουσ’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν· χύδην σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi