Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

40 καὶ παρ’ Ἀρχεδίκῳ δ’ ἐν Θησαυρῷ ἄλλος σοφιστὴς μαγειρίσκος τάδε λέγει· πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι. δίδου κατὰ χειρός. τοὔψον οἰχήσει λαβών. τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα, ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου, ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’ ἔχοντα τοὺς χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν, εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος. ἐλᾳδίου κοτύλης τε παραναλωμένης σέσωκ’ ἐμοὶ τρίκλινα πεντήκοντ’ ἴσως. Φιλοστέφανος δ’ ἐν Δηλίῳ καὶ ὀνόματα ἐνδόξων μαγείρων ἐν τοῖσδε καταλέγει· εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ τῇ τ’ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε, τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας, δοὺς μισθὸν ὃν μ’ ᾔτησας ἥκω δεῦρ’ ἄγων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi