Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

41 Σωτάδης δ᾽, οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνίτης, ἀλλ’ ὁ τῆς μέσης κωμῳδίας, ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις (οὕτω γὰρ ἐπιγράφει τὸ δρᾶμα) τοιάδε μάγειρον λέγοντα (II 447 K)· καρῖδας ἔλαβον πρῶτον· ἀπεταγήνισα ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας· ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον. γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον. λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα· ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, ἀποδοὺς ὅσ’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς· ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας· ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά· ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα· κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ .... τοιούτῳ τινὶ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐνέκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. ἀφύαν θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικήν· εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ· τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα, κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω. τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ’ ἐσθ’ ἡ τέχνη, οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi