Kitap 7
42
καὶ μαγείρων μὲν ἅλις· περὶ δὲ τοῦ γόγγρου λεκτέον. Ἀρχέστρατος μὲν γὰρ ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος αὐτοῦ δεῖ συνωνεῖσθαι διηγεῖται οὕτως (fr. 16 R)· γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ· ἑξῆς τε περὶ τῶν κατ’ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ καλὸς οὗτος περιηγητής φησιν (fr. 17 R)· καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτον τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων. Ἄλεξις ἐν Ἑπτὰ ἐπὶ Θήβαις (II 323 K)· γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη ὑπεργέμοντα. Ἀρχέδικος δ’ ἐν Θησαυρῷ παράγει τινὰ μάγειρον λέγοντα, περὶ ὧν ὠψώνηκεν αὐτός (IV 436 M)· δραχμῶν τριῶν γλαυκίσκον .......... γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ᾽· ὦ ταλαιπώρου βίου. δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον, κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’ ἀπηγξάμην· οὐθεὶς δεδιακόνηκεν ἐπιπονώτερον. ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα, ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην. ‘κατέδοντ’ ἐκεῖνοι’, τοῦτο πρὸς ἐμαυτὸν λέγω, ‘διαπυτιοῦσ’ οἶνον δὲ τοιοῦτον χαμαί.’ οἴμοι.