Kitap 7
45
ΓΛΑΥΚΟΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες. Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 8 Birt)· ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα. τὴν δὲ τοῦ γλαύκου κεφαλὴν ἐπαινῶν ὁ Ἀρχέστρατός φησιν (fr. 15 R)· ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις· σεμνοῖς γὰρ ἁλίσκεται ἐκτεναγιστῆς. καὶ Ἀντιφάνης δ’ ἐν Προβατεῖ φησιν (II 92 K)· Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι, φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι. ὁ δ’ αὐτὸς ἐν Φιλώτιδι καὶ ταῦτα λέγει (II 109 K)· οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι ζέσαι. Β. τὸ δ’ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον, ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α. χλόη. Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία. Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις;
46
Εὔβουλος Καμπυλίωνι (II 179 K)· τήν τ’ εὐπρόσωπον λοπάδα ...... ....... τοῦδε τοῦ θαλαττίου Γλαύκου φέρουσαν εὐγενέστερον .... λάβρακά θ’ ἑφθὸν .... ἅλμῃ μίαν. Ἀναξανδρίδης Νηρεῖ (II 145 K)· ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον τοῦ τ’ ἀμύμονος δέμας θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλὸς Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον. Ἄμφις ἐν Ἑπτὰ ἐπὶ Θήβαις (II 240 K)· γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη εὔσαρκα. καὶ ἐν Φιλεταίρῳ (II 247 K)· ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου τεμάχια. Ἀντιφάνης δ’ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν (II 65 K)· ἔστω δ’ ἡμῖν κεστρεὺς τμητός, νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, κέστρας ὀσφύς, ψήττας κίσχος, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω.