Kitap 7
60
ΕΨΗΤΟΣ. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ (I 405 K)· οὐχ ἑψητῶν λοπάς ἐστιν. Ἄρχιππος Ἰχθύσι (I 682 K)· καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν ἑψητός. Εὔπολις Αἰξίν (I 259 K)· ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ (II 196 K)· ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (II 303 K)· καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδαλεῖοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν· τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν; πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ (I 464 K)· οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν. Μένανδρος Περινθίᾳ (IV 188 M)· τὸ παιδίον .. εἰσῆλθεν ἑψητοὺς φέρον. ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ (II 223 K)· βεμβράδ᾽, ἀφύην, ἑψητόν. Ποσείδιππος Ἀποκλειομένῃ (IV 515 M)· ἑψητὸν ἀγοράζειν τινά. ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.
61
ΗΠΑΤΟΣ ἢ ΛΕΒΙΑΣ. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης (p. 306 R), σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ’ ὁ τῶν δείπνων λοχαγός φησιν (fr. 30 R)· καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.
62
ΗΛΑΚΑΤΗΝΕΣ. Μνησίμαχος Ἱπποτρόφῳ (II 438 K)· σκόμβρος, θύννος, κωβιός, ἠλακατῆνες. εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι (IV 154 M)· κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον. Μνασέας δὲ ὁ Πατρεύς φησι (FHG III 155)· ‘Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.’