Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

63 ΘΥΝΝΟΣ. τοῦτόν φησιν Ἀριστοτέλης (h. an. 598 a b) εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται. μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἶστρον ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν (fr. 21 R)· ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ... ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή. ἂν δέ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς ἑρπετὸν εἰς ὕδατος στεφάνους, πολὺ δὴ, πολὺ πάντων ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης. οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου· ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi