Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

68 ΙΠΠΟΥΡΟΙ. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων (p. 543 a 22) τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ (fr. 6 Birt)· ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. Ἀρχέστρατος δέ φησιν (fr. 22 R)· ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος· ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.
69 ΙΠΠΟΙ. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ (p. 240 L)· κορακῖνοι δὲ κοριοειδέες, πίονες χἰππίδια λεῖα, ψύχει ἁπαλακουρίδες. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 10 Birt)· ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον, ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν. μνηονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως (fr. K)· ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.
70 ΙΟΥΛΙΔΕΣ. περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησίν· ‘ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου.’ Νουμήνιος δέ (fr. 5 B)· κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν. ἰούλους δ’ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων (fr. 1 B)· καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα· οἳ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi