Kitap 7
6
παρατεθεισῶν οὖν ΑΜΙΩΝ ἔφη τις· ‘ταύτας Ἀριστοτέλης ἱστορεῖ (p. 301 R) τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ’ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι (I 683 K) λέγων οὕτως· ὅτε δ’ ἦσθες | ἀμίας παχείας. καὶ Ἐπίχαρμος δ’ ἐν Σειρῆσιν (p. 251 L)· πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ τάλας. Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ τῶν κακῶν. Α. ὃ καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς σκορπίοι τε. Ἀριστοτέλης δὲ (p. 301 R) παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους.
7
ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ (οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας (fr. 19 Strecker), ὡς τὴν Κλεοστράτου τοῦ Τενεδίου Ἀστρολογίαν) περὶ τῆς ἀμίας φησὶν οὕτως (fr. 7 Ribb)· τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γινώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.