Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

78 καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν (fr. 82 Pr). καὶ Ἐπίχαρμος δ’ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει (p. 239 L)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν (p. 610 b 14), ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δ᾽ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία ‘κεστρεὺς νηστεύει’ ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί (II 269 K)· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι (fr. 25 R)· κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις. Διοκλῆς Θαλάττῃ (I 767 K)· ἅλλεται δ’ ὑφ’ ἡδονῆς κεστρεύς.
79 ὅτι δὲ εἶδος κεστρέων οἱ νήστεις Ἄρχιππος Ἡρακλεῖ γαμοῦντί φησιν (I 681 K)· νήστεις κεστρέας, κεφάλους. Ἀντιφάνης Λάμπωνι (II 68 K)· κεστρεῖς ἔχων, ἀλλ’ οὐ στρατιώτας τυγχάνεις νήστεις. Ἄλεξις Φρυγί (II 390 K)· ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω. Ἀμειψίας Ἀποκοτταβίζουσιν (I 670 K)· ἐγὼ δ’ ἰὼν πειράσομαι εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν· ἧττόν γ’ ἂν οὖν νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί. Εὔφρων Αἰσχρᾷ (IV 489 M)· Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ. Φιλήμων Συναποθνῄσκουσιν (II 501 K)· ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν. Ἀριστοφάνης Γηρυτάδῃ (I 430 K)· ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες, γινώσκεται. Ἀναξανδρίδης Ὀδυσσεῖ (II 148 K)· τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. Εὔβουλος Ναυσικάᾳ (II 188 K)· ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται, νῆστιν πονηροῦ κεστρέως τρίβων βίον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi