Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

91 ΜΥΡΟΣ. ὁ δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων (p. 543 a 24), διαφέρει τῆς σμυραίνης. ἣ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν, ἀλλ’ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ. εἶναι δὲ αὐτῶν γένη δύο· εἰσὶ γὰρ οἳ μὲν μέλανες, οἳ δ’ ὑποπυρρίζοντες, κρείσσονες δ’ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δὲ ὁ ἡδονικὸς φιλόσοφός φησιν (fr. 32 R)· Ἰταλίας δὲ ... μεταξὺ κατὰ στενοκύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ, ὠνοῦ· τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
92 ΜΑΙΝΙΔΕΣ. ταύτας φησὶν Ἱκέσιος εὐχυλοτέρας εἶναι τῶν κωβιῶν, λείπεσθαι δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακας καὶ σμαρίδας, ὧν μνημονεύειν καὶ Ἐπίχαρμον ἐν Γᾷ καὶ Θαλάσσᾳ οὕτως (p. 224 L)· ὅκχ’ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ φησι· ‘σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί.’ Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως (II 39 K)· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Β. τί φής, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς; Γ. οὓς ἂν ἄνθρωπος φάγοι δηλονότι· ταῦτα δ’ ἐστὶν Ἑκάτης βρώματα, ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ (IV 589 M)· ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi