Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

98 ΟΡΚΥΝΟΣ. Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς ὀρκύνους ἐκ τῆς περὶ Ἡρακλέους στήλας θαλάσσης περαιουμένους εἰς τὴν καθ’ ἡμᾶς ἔρχεσθαι θάλασσαν· διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ’ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.
99 ΟΝΟΣ καὶ ΟΝΙΣΚΟΣ. ‘ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν (p. 311 R), ἔχει στόμα ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς· καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. διαφέρει δ’ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως· ‘ὄνος, ὃν καλοῦσί τινες γάδον. γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον.’ Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων ‘οἳ μὲν βάκχον, φησί, καλοῦσιν, οἳ δὲ χελλαρίην, οἳ δὲ ὀνίσκον.’ Ἀρχέστρατος δέ φησι (fr. 35 R)· τὸν δ’ ὄνον Ἀνθηδών, τὸν καλλαρίαν καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δὲ τρέφει τινὰ σάρκα κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δ’ ....... αἰνοῦσιν· χαίρει γὰρ ὃ μὲν τούτοις, ὃ δ᾽ ἐκείνοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi