Kitap 7
100
ΠΟΥΛΥΠΟΥΣ, πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί (ὡς καὶ Ὅμηρος· Od. 5.432 ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο) ἀνάλογον· παρὰ τὸ ποὺς γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι (fr. 1 N) ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικόν· Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)· καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας. καὶ πάλιν· τὸν πουλύπουν μοι ἔθηκε. καὶ πάλιν· πληγαὶ λέγονται πουλύπου πιλουμένου. Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις (I 756 K)· ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν. Ἀμειψίας Κατεσθίοντι (I 671 K)· δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων. Πλάτων Παιδίῳ (I 626 K)· ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ. Ἀλκαῖος (I 764 K)· ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους. οἳ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις (I 284 K)· ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
101
Διοκλῆς δ’ ἐν αʹ Ὑγιεινῶν ‘τὰ δὲ μαλάκια, φησί, πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια· μάλιστα δὲ οἱ πουλύποδες.’ ἱστορεῖ δ’ Ἀριστοτέλης (p. 317 R) τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ’ ἐν μέσῳ μεγίστους· ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι· τοὺς δ᾽ ὀφθαλμοὺς ἐπάνω τῶν δύο ποδῶν· τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσί. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ. ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία ἀλλ’ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ’ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων· ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι. καὶ τίκτει ᾠὰ βοτρυδόν.