Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

104 λέγεται δ’ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης (544 a 6)· ‘πουλύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας. ἐστὶ δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ. ἐπῳάζει δὲ ὅταν τέκῃ· διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον. ἀποτίκτει δ’ (Arist. 549 b 31) ὁ μὲν πουλύπους ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον. καὶ μεθ’ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά. ὁ δὲ θῆλυς (p. 550 b 4) πουλύπους ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ δ᾽ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.’ Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας (fr. 173 W) τὸν πολύποδά φησι τοῖς πετρώδεσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν. ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων (fr. 171, 4 W) οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν. ἐν δὲ τῷ περὶ τῶν κατὰ τόπους διαφορῶν ὁ Θεόφραστος πολύποδας οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον (fr. 173 W). ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ’ ἀμφότερα πολέμια πολύποδι.
105 ‘ὁ δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης (p. 320 R), πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ’ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ· ἐπαναστραφεὶς δ’ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων. ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων ‘πολύπους, φησί, τις ὃ μὲν τρεψίχρως, ὃ δὲ ναυτίλος.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi