Kitap 7
106
εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι Καλλιμάχου τοῦ Κυρηναίου ἐπίγραμμα οὕτως ἔχον (5 W)· κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστ’ ἔργῳ τοὔνομα συμφέρεται, ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽, ὡς πάρος, (εἰμὶ γὰρ ἄπνους), τίκτηται νοτερῆς ὤεον ἁλκυόνης. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος. ἔγραψε δὲ καὶ Ποσείδιππος εἰς τὴν ἐν τῷ Ζεφυρίῳ τιμωμένην ταύτην Ἀφροδίτην τόδε τὸ ἐπίγραμμα· τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου Κύπριδος ἱλάσκεσθ’ ἱερὸν Ἀρσινόης, ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης. ἣ δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος. τοῦ πολύποδος μνημονεύει καὶ ὁ τραγικὸς Ἴων ἐν Φοίνικι λέγων (fr. 36 N)· καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
107
εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ (p. 300 R) καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 235 L)· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. Ἀρχέστρατος δέ φησι (fr. 36 R)· πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος. Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ᾽ ἔφη (II 457 B4)· ‘πώλυπον διζήμενος.’ Ἀττικοὶ δὲ πουλύπουν. ἐστὶ δὲ τῶν σελαχωδῶν· τὰ χονδρώδη δ’ οὕτω λέγεται· πουλύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα.