Kitap 7
108
ΠΑΓΟΥΡΟΙ. τούτων μέμνηται Τιμοκλῆς ἢ Ξέναρχος ἐν Πορφύρᾳ οὑτωσί (II 471 K)· ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλόν γ’ ἂν εἴη.
109
ΠΗΛΑΜΥΣ. Φρύνιχος ἐν Μούσαις μνημονεύει (I 380 K). Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 2) ‘αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ.’ μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν (fr. 460)· ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς, ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.
110
ΠΕΡΚΑΙ. τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα. Ἐπίχαρμος δέ φησι (p 236 L)· κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ᾽ αἰόλας. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 18 B)· ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον. ΠΕΡΚΗ. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ μέμνηται καὶ Σπεύσιππος ἐν βʹ τῶν Ὁμοίων καὶ Νουμήνιος, ὧν τὰ μαρτύρια πρόκειται. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δέ ἐστιν· ‘ἕπεται πέρκη μελανούρῳ.’
111
ΡΑΦΙΔΕΣ. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων (p. 234 L)· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων ‘βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.’ Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 11) βελόνην αὐτὴν καλεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων (p. 296 R) ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι. καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ.
112
ΡΙΝΗ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν (fr. 54 R)· καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.