Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

119 ΣΥΝΟΔΟΝΤΕΣ καὶ ΣΥΝΑΓΡΙΣ. καὶ τούτων Ἐπίχαρμος μέμνηται (p. 283 L)· συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους. Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ ῡ λέγων φησίν (fr. 9 B)· ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε. καὶ πάλιν· τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ῑ Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις (fr. 40 R)· ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε· Ἀντιφάνης δ’ ἐν Ἀρχιστράτῃ (II 28 K)· τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;
120 ΣΑΥΡΟΣ. τούτου μνημονεύει Ἄλεξις ἐν Λεύκῃ μάγειρος δ’ ἐστὶν ὁ λέγων (II 344 K)· ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; Β. ἀλλ’ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βράγχια, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ παράσχισον χρηστῶς διαπτύξας θ’ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ. Ἔφιππος δ’ ἐν Κύδωνι πολλῶν καὶ ἄλλων ἰχθύων κατάλογον ποιούμενος καὶ τοῦ σαύρου μνημονεύει διὰ τούτων (II 256 K)· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, κεφάλου, πέρκης, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς. Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ (II 438, 36 K)· τῶν καρχαριῶν νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ. ΣΚΕΠΙΝΟΣ. τούτου μνημονεύων Δωρίων ἐν τῷ περὶ ἰχθύων καλεῖσθαί φησιν αὐτὸν ἀτταγεινόν.
121 ΣΚΙΑΙΝΑ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 233 L)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις (fr. 6 B)· τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα. ΣΥΑΓΡΙΔΕΣ. τούτων μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi