Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

14 ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον, τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν ὁ καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι ἢ κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφ’ οὗ τοῦ τάφου· ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας· κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπν’ ἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε ὁ σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποτ’ αὐτῆς λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα χρυσόν. καὶ ἐπὶ τῶν Φαιάκων δὲ ὁ ποιητὴς ἔφη · αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί. καὶ ἄλλος δὲ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε· πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών, καὶ Ἄμφις δ’ ὁ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί.᾽ ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει· πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· ὁ θάνατος δ’ ἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi