Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

22 πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς ὡραίους. φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· ᾽ Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλ’ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν, καὶ Τιμοκλῆς δ’ ἐν Σαπφοῖ φησιν ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δ’ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ· ὦ μῆτερ, ἱκετεύω σε, μὴ ᾽ πίσειέ μοι τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.
23 πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησὶν ᾽ Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.᾽ καὶ πάλιν ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ’ ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτὴν ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί. πρὸ τούτων δ’ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi