Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

28 Τίμαιος δ’ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχή ‘οὐ ψεῦδος οὐδέν φησιν’ (II 58 K)· ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος Μάτων προσελθών. Ἀναξίλας δ’ ἐν Μονοτρόπῳ (II 269 K)· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι. ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.
29 Ἀντιφάνης δ’ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις (II 89 K)· Εὔθυνος δ’ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ’ ὅ τι· Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν .... εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δ’ ἐκεῖνοι καὶ πότοι νεανικοὶ ἦσαν ..... Εὔφρων δὲ ἐν Μούσαις (IV 491 M)· Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· ‘τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ ἂν οὐδὲν μεταλάβοι.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi