Kitap 8
33
Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησίν (I 236 K)· εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ’ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἑκόντα. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. ὅτι δὲ οὗτός ἐστιν ὁ ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214 K). Μυννίσκος ὁ τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως (I 642 K)· ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι. θ’ οὔθ’ ὡς φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς. Β. καλῶς λέγεις. καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δ’ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ (I 30 K)· Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν, ἐπιφέρει· νῦν δ’ αὖθις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κᾂν μάχοιτο
34
Ἡδύλος δ’ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μέν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ ... φύσκι’ ἐνείκαι χορδάς θ᾽ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δ’ ἐν τούτοις· ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων· γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε ... ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας. θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον σύσσημον. τὸ δ’ ὁρᾶν μὴ μόνον οὐ λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.