Kitap 8
36
εἴρηται δὲ καὶ ὁ ὀψοφάγος, ὦ ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις (v. 983)· οὐδ᾽ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Ὑί (I 802 K)· οὐδ’ ὀψοφάγος οὐδ’ ἀδολέσχης. Μάχων Ἐπιστολῇ (IV 496 M)· ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον. ὁ πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός. ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά. ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτ᾽ ἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ᾖ, ὥσπερ λύραν ἐπίτειν᾽, ἕως ἂν ἁρμόσῃ. εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ, εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος. πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ’ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ (fr. 70 Pr). οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ (Κλεάνθους δ’ ἐστὶ τοῦ Κορινθίου), ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου (fr. 5 Gaede).