Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

38 τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρ’ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων (II 252 K)· τούτῳ δ’ ὁπόταν ναέται χώρας ἰχθύν τιν’ ἕλωσ’ οὐχ ἡμέριον, τῆς περικλύστου δ’ ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ δυνατὴ τούτους χωρεῖν ἑκατόν. καὶ περιοίκους εἶναι ταύτῃ Σινδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δ’ ὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθύν· καὶ προσάγοντας, καθ’ ὅσον πόλεως ἕστηκεν ὅρος, τοὺς δ’ ὑποκαίειν. λίμνην δ’ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τ᾽· ‘οὐχ ὑποκαίεις, Λυκίων πρύτανι; ψυχρὸν τουτί· παύου φυσῶν, Μακεδὼν ἄρχων· σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς.’ οὐκ ἀγνοῶ δ’ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν ὁ Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι (II 261 K), ἐν ᾧ καὶ ταῦτα ἐκείνοις ὑποτέτακται· τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς, σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων. εἰς τίνα δὲ ταῦτ’ ἀποτεινόμενος ὁ Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς, καὶ τῶν εἰρημένων τούτων εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι, κατὰ τὸν Αἰσχύλου Προμηθέα (814).’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi