Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

53 θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος· ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων ὁ μὲν βοῦς κρεώδης, ὁ δὲ γαλεὸς κρείσσων ὁ ἀστερίας λεγόμενος· ὁ δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος, ἡ δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος· ὁ δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. ἡ δὲ νάρκη, δύσπεπτος οὖσα, τὰ μὲν κατὰ τὴν κεφαλὴν ἁπαλά τε καὶ εὐστόμαχα ἔχει, ἔτι δὲ εὔπεπτα, τὰ δὲ ἄλλα οὔ· κρείττονες δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. ἡ δὲ ῥίνη· καὶ αὐτὴ τῶν σελαχίων οὖσα, εὔπεπτός ἐστι καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια φυσώδη ἐστὶ καὶ κρεώδη καὶ δυσκατέργαστα πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει, ἡ δὲ σηπία καὶ ἑψομένη μὲν ἁπαλὴ καὶ εὔστομος καὶ εὔπεπτος, ἔτι δ’ εὐκοίλιος· ὁ δ’ ἀπ᾽· αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς δι’ αἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον ἡ μικρά· ἡ δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δ’ ἐστὶ καὶ δύσπεπτος· ὁ δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε· ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας, βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς. ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος· ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως εὐκοίλιος καὶ λεπτυντική· ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἀναλογῶν μέντοι ὁ χελιδονίας τῇ πηλαμύδι σκληρότερός ἐστιν. ἡ δὲ χελιδών ἡ τῷ πουλύπῳ ἐοικυῖα ἔχει τὸ ἀφ’ αὑτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα. ὁ δὲ ὄρκυνος βορβορώδης· καὶ ὁ μείζων προσέοικε τῷ χελιδονίᾳ κατὰ τὴν σκληρότητα, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομα καὶ ἁπαλά, οἱ δὲ κοσταὶ λεγόμενοι ταριχευθέντες εἰσὶ μέσοι, ξανθίας δ’ ἐπὶ ποσὸν βρωμώδης ἐστὶν καὶ ἁπαλώτερος τοῦ ὀρκύνου. ταῦτα μὲν οὖν ὁ Δίφιλος εἴρηκεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi