Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

55 ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἄλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν. τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης (καὶ γὰρ ἅμα αἱ ἀφύαι καθ᾽ αὑτὰς ἀκανθώδεις) ἐμποδισμὸς αὐτῶν ἑκατέρου γίγνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ’ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά. τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφήν (εὔογκα δ’ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλα) πνευμάτων τε οὔκ ἐστι περιποιητικά. γίνεται δ’ εὐπεπτότερον ἅπαν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθέν· τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα. τούτοις δ’ ὅμοιόν ἐστι γένος τὸ καλούμενον μαλακόσαρκον, κίχλαι καὶ κόσσυφοι καὶ τὰ ὅμοια. ἐστὶ δὲ ὑγρότερα μὲν ταῦτ’ ἐκείνων, πρὸς δὲ τὰς ἀναλήψεις ἀπόλαυσιν ἔχει πλείω. τῆς μὲν κοιλίας καὶ τῆς οὐρήσεως ὑπακτικώτερα ταῦτ’ ἐστὶν ἐκείνων διὰ τὸ καὶ τὰς σάρκας ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα. πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi