Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

65 οἱ δ’ ἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν. ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵν’ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν· Od. 3.435 ἦλθε δ’ Ἀθήνη ἱρῶν ἀντήσουσα. καὶ ὁ Ποσειδῶν Od. 1.22. 25 Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. καὶ ὁ Ζεὺς Il. 1.424 χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων ἢ καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν (p. 260 L) ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες. ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ δαίνυνθ’ ἑζόμενοι Od. 3.471 , οὔτ’ εἰς μέθην πίνειν, ἀλλ’ ἐπεὶ ἔσπεισάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος Od. 3.395 .

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi