Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

67 καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν (IV 161 M)· εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν· ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν. πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi