Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

18 περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως· μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται. τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς, πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς ὁ Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως, ᾽ πεταλίδων δέ τοι συῶν μορφαῖς ταῖσδε πόλλ’ ἐπάιον. πεταλίδας δ’ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ʽὅπερ ἐστὶ σιτίζεσθαι. σώφρων βόες δὲ λαρινεύονται ʼ ἢ ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ’ οὗτος ἐκαλεῖτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi