Kitap 9
2
πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη· Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως· Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς, καὶ Φερεκράτης Κραπατάλλοις· τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι. σίνηπυ δ’ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως · ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ. ἐν δὲ τοῖς Γεωργικοῖς· σπέρματά τ’ ἐνδάκνοντα σινήπυος. καὶ πάλιν κάρδαμ’ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ. Κράτης δ’ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα· κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε, καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ’ ὁ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως· ᾽ κἄβλεψε νᾶπυ.᾽ οὐδεὶς δ’ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη· τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης. ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων· καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;
3
ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως · ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε· α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. ζ. μανθάνω. α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν ἢ τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽; κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι· τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.