Kitap 9
27
τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον (II 425 K)· ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ. εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε, ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σόν, ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει, εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω. λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν· τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος. μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.’