Kitap 9
30
περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι ‘γόνυ κνήμης ἔγγιον’ καὶ ‘περιῆλθον Ἀσίαν καὶ Εὐρώπην’. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε (II 341 K)· ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε. Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς· ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ; ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται· τὰ κρέα δ’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία, ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ’ αὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφαγών. Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις· τέχνην δ’ ὀνειδίζεις.
31
καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε (IV 108 M)· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη. ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον (II 570 K), παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.