Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

32 ΧΗΝ. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων χηνῶν περιττῶς ἐσκευασμένων ἔφη τις ‘οἱ χῆνες σιτευτοί’. καὶ ὁ Οὐλπιανὸς ‘ὁ δὲ σιτευτὸς χὴν παρὰ τίνι;’ πρὸς ὃν ὁ Πλούταρχος· ‘Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς (FHG I 281) κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς. καὶ Ἐπιγένης δ’ ὁ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν (II 417 K)· ἀλλ’ εἴ τις ὥσπερ χῆνα ἔτρεφέν μοι λαβὼν σιτευτόν. καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι (fr. 58 R)· ὡς καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν, ὀπτὸν ἁπλῶς καὶ τόνδε. σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα. ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων (I 26 K)· ‘χηνοβοσκοί, βουκόλοι.’ Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν (Od. 15.161)· ‘αἰετὸς ἀργὴν χῆνα φέρων.’ καί· Od. 15.174 ὣς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ. καί· Od. 19.536 χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος. χηνείων δὲ ἡπάτων (περισπούδαστα δὲ ταῦτα κατὰ τὴν Ῥώμην) μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως (II 199 K)· εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi