Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

38 Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν (FHG III 194) περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα· ‘πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων.’ Καλλίξενος δ’ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας (FHG III 65) διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει· ‘εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.’ Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων (FHG III 186) τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διὰ σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν (fr. 54 Pr).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi