Kitap 9
6
καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ · σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ · οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς· κεφαλὰς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων. Πλάτων Γρυψὶν ᾽ ἰχθῦς, κωλᾶς, φύσκας.᾽ Ἀμειψίας Κόννῳ· δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά. Ξενοφῶν Κυνηγετικῷ· ᾽ κωλῆν σαρκώδη, λαγόνας ὑγράς.᾽ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.
7
ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους· τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.