Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

53 παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι παραστάται , ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ παραφερομένων ἐπεί τις ἔφη τῶν πνικτῶν κρεᾳδίων δός, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι εἰ μὴ ἐρεῖς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν. ὁ δὲ Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ· πνικτόν τι τοίνυν ὄψον ἔστω σοι συχνὸν τοιοῦτον. καὶ Εὔβουλος Κατακολλωμένῳ· καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξὶν ᾽ ἐν λοπάδι πεπνιγμένον.᾽ Κρατῖνος δ’ ἐν Δηλιάσι· τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ· καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. β. τί λέγεις; α. τραγῳδίαν περαίνω Σοφοκλέους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi