Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

6 καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ (I 269 K)· σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι (fr. 678 N)· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ (1128)· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι (I 450 K)· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς (I 504 K)· κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων. Πλάτων Γρυψίν (I 604 K)· ‘ἰχθῦς, κωλᾶς, φύσκας’. Ἀμειψίας Κόννῳ (I 672 K)· δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ’ ἀριστερά. Ξενοφῶν Κυνηγετικῷ (c. 5, 30)· ‘κωλῆν σαρκώδη, λαγόνας ὑγράς.’ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί (II 114 B4)· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει, ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.’
7 ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν αἰεὶ καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων, οὓς ἵππους τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων. περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi