Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

57 Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; καὶ πάλιν (269) ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δήπου ταὧς; λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης (v. 884). ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν.’ Σέλευκος δ’ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ· ‘ταὧς· παραλόγως δ’ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι’ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας, πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ Η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες. εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ᾽ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν ὁ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi