Kitap 9
59
ΨΥΑΙ. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν (om. Kinkel)· Ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψύας ἔγχει νύξε. Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ‘ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλιας.’ Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί (FHG II 324)· ‘σάρκες μυωταὶ καθ’ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δὲ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.’ μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς (IV 491 M)· λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...
60
ΟΥΘΑΡ. Τηλεκλείδης Στερροῖς (I 217 K)· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν (c. 2)... σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ΥΠΟΓΑΣΤΡΙΟΝ δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ (I 713 K)· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ (I 738 K)· ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως (I 747 K)· θύννων τε λευκὰ Σικελικῶν ὑπήτρια·