Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

61 ΛΑΓΩΣ. περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί (fr. 57 R)· τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος, ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σ’ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων. Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε (II 296 K)· ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον; οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων (I 759 K)· κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi