Kitap 1
7
Θαλῆς νοῦν τοῦ κόσμου θεόν.
7
Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς.
7
Δημόκριτος νοῦν τὸν θεὸν ἑν πυρὶ σφαιροειδεῖ.
7
Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν.
7
Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος.
7
Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.
7
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χω ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἣτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν.
7
οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται · καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξεις· θεὸν δʼ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.
7
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.
Περὶ δαιμόνων καὶ ἡρώων.
8
παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.
8
Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας.
8
Ἐπίκουρος δʼ οὐδὲν τούτων ἐγκρίνει.
Περὶ ὕλης