Kitap 1
12
Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν · κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.
Περὶ ἐλαχίστων.
13
Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ, ὅ ἐστι στρογγύλα.
13
Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει.
Περὶ σχημάτων.
14
σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.
14
οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.
Περὶ χρωμάτων.
15
χρῶμά ἐστι ποιότης σώματος ὁρατή.
15
οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος.
15
Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον.
15
Πλάτων. φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν.
15
Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.
15
οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων τὰς δὲ τῶν ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων·
Περὶ τομῆς σωμάτων.
16
οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον.
16
οἱ τὰς ἀτόμους περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν.
16
Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς.
Περὶ μίξεως καὶ κράσεως.
17
οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν.
17
οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν.
17
Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.
17
Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.
Περὶ κενοῦ.
18
οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ κενὸν ἀπέγνωσαν.
18
Ἐμπεδοκλῆς οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.
18
Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.
18
οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον.