Kitap 1
18
Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον.
Περὶ τόπου.
19
Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν.
19
Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ.
Περὶ χώρας.
20
οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώραν καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης;.
Περὶ χρόνου.
21
Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι.
21
Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως.
21
Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν.
Περὶ οὐσίας χρόνου.
22
Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν.
22
οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατʼ ἐπίνοιαν.
Περὶ κινήσεως.
23
Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ.
23
Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ.
23
Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ παλμόν.
23
Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν.
23
Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν.
23
Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς.
Περὶ γενέσεως καὶ φθορᾶς.
24
Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.
24
Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι.
24
Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα γίνεσθαι.
Περὶ ἀνάγκης.
25
Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός.
25
Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ.